Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 112
Not analysed yet
Ἔστι τινὰ δόγματα παρ᾿ Ἕλλησι καλούμενα παράδοξα, τῷ κατ᾿ αὐτοὺς πλεῖστα πλεῖστα ὅσα προσάπτοντα μετα τινος αποδείξεως ἢ φαινομένης ἀποδείξεως, καθ’ ἅ φασι μόνον καὶ πάντα τὸν σοφὸν εἶναι ἱερέα, τῷ μόνον καὶ πάντα τὸν σοφὸν ἐπιστήμην ἔχειν τῆς τοῦ θεοῦ θεραπείας, καὶ μόνον καὶ πάντα τὸν σοφὸν εἶναι ἐλεύ- θερον, ἐξουσίαν αὐτοπραγίας ἀπὸ τοῦ θείου νόμου εἰληφότα· καὶ τὴν ἐξουσίαν δὲ ὁρίζονται νόμιμον ἐπιτροπήν.