Ancient Greek · ~3 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 111
Not analysed yet
καὶ ζητητέον, εἰ καὶ τὸν ἐν ἡμῖν λόγον τὸν αὐτὸν λεκτέον τῷ έν ἀρχῇ καὶ τώ πρὸς τὸν θεὸν καὶ τῷ θεῷ λόγῳ, μάλιστα ἐπεὶ οὐχ ὡς ἑτέρου τούτου τυγχάνοντος παρὰ τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον ἔοικεν ὁ ἀπόστολος διδάσκειν τὸ »Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ᾿ ἔστι Χρι- »στὸν καταγαγεῖν· ἢ Τίς κ· αταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστι »Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν· ἀλλὰ τί λέγει ἡ γραφή; Ἐγγύς σου »τὸ ῥῆμά ἐστιν σφόδρα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου. ‘1, 4. Ὁ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν, καὶ Ἡ ζωὴ ἦν τὸ τῶν ἀνθρώπων.