Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 113-3
Not analysed yet
ἐν μὲν οὖν τῷ κατὰ Ματ- θαῖον, ἀφεθεὶς ὑπὸ τοῦ διαβόλου, τῶν ἀγγέλων προσελθόντων καὶ διακονούντων αὐτῷ, ἀκούσας Ἰωάννην παραδεδόσθαι »ἀνεχώρησεν εἰς »τὴν Γαλιλαίαν, καὶ καταλιπὼν τὴν Ναζαρὰ ἐλθὼν κατῴκησεν εἰς »Καφαρναούμ«. ἔπειτα ἀρξάμενος κηρύσσειν καὶ ἐκλεξάμενος τοὺς τέσσαρας ἁλιεῖς ἀποστόλους, διδάξας τε ἐν ταῖς συναγωγαῖς ὅπλης τῆς Γαλιλαίας καὶ θεραπεύσας τοὺς προσενεχθέντας αὐτῷ ἀνέρχεται εἰς τὸ ὄρος καὶ λέγει τοὺς μακαρισμοὺς καὶ τὰ ἐχόμενα αὐτῶν· τελέσας δὲ ἐκείνην τὴν διδασκαλίαν, καταβὰς ἐκ τοῦ ὄρους ἐσέρχεταί εἰς Καφαρναοὺμ δεύτερον, κἀκεῖθεν δὲ ἐμβὰς εἰς πλοῖον περᾷ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν· παρακληθείς τε μεταβῆναι ἀπὸ τῶν ὁρίων αὐτῶν, »ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἠλθεν εἰς τὴν ἰδίαν πόλιν«. ἔνθα θεραπείας ἐπιτελέσας τινὰς »περιῆγεν τὰς πόλεις πάσας καὶ τὰς »κώμας, διδάσκων έν ταῖς συναγωγαῖς αὐτῶν«·