Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 113-4
Not analysed yet
εἰ δὲ ὁ βλέπων διὰ κατόπτρου τὸ ἀληθὲς οὐ βλέπει, ὡς δείκνυται τούτοις τοῖς κατοπτρικοῖς ὑπὸ τῶν περὶ ταῦτα δεινῶν, βλέπει δὲ Παῦλος καὶ οἱ παραπλήσιοι αὐτῷ διὰ κατόπτρου νῦν, δῆλον ὅτι εἰ ὡς οὕτω καὶ προσκυνεῖ τῷ θεῷ, καὶ διὰ κατόπτρου προσκυνεῖ τῷ θεῷ· ὅταν δὲ ἔλθῃ ἡ ὥρα ἡ μετὰ τὴν ἐνεστηκυῖαν ἐνστησομένη, τότε ἔσται ἡ προσκύνησις ἐν ἀληθείᾳ τῇ »πρόσωπον πρὸς πρόσωπον« καὶ οὐκέτι διὰ κατόπτρου θεωρουμένῃ.