Ancient Greek · ~2 min
111 to 112
Origen, Commentarii in Evangelium Joannis 111-3-112
Not analysed yet
τάχα x003E; δέδοταί ποτε εὐλόγως καὶ τὸν ἀληθινὸν προσκυνητὴν έν τῷ πνεύματι καὶ ἀληθείᾳ προσκυνοῦντα τυπικά τινα ποιεῖν, ἕνα τοὺς τῷ τύπω δεδουλωμένους οἰκονομικώτατα ἐλευθερώσας τῶν τύπων προσαγάγῃ τῇ ἀληθείᾳ, ὥσπερ φαίνεται Παῦλος ἐπὶ Τιμοθέου πεποιηκώς, τάχα δὲ καὶ ἐν Κεγχρεαῖς καὶ Ἱεροσολύμοις, ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται. τηρητέον δὲ ὅτι οἱ ἀληθινοὶ προσκυνηταὶ οὐ μόνον ἐν μελλούσῃ ὥρᾳ ἀλλὰ καὶ ἐνεστηκυίᾳ προσκυνοῦσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. ἀλλ ἐν πνεύματι οἱ προσκυνοῦντες, ὡς εἰλήφασι προσκυνοῦντες, ἐν ἀραβῶνι πνεύματος ἐπὶ τοῦ παρόντος προσκυνοῦσιν, ἐν **πνεύματι, ὅτε πᾶν χωρήσουσι τὸ πνεῦμα, προσκυνήσουσι τῷ πατρί.