Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 115-2
Not analysed yet
Θέλων δ’ ἔτι παραστῆσαι διὰ τί ἱερεῖς καὶ Λευῖται οἱ ἐπερωτῶντες ἀπὸ τῶν Ἰουδαίων Ι πεμφθέντες εἰσίν, οὐ κακῶς μὲν λέγει τὸ Ὅτι τούτοις προσῆκον ἠν περὶ τούτων πο- λυπραγμονεῖν καὶ πυνθάνεσθαι, τοῖς τῷ θεῷ προσκαρτε- ροῦσιν, οὐ πάνυ πάνυ ἐξητασμένως τὸ Ὅτι καὶ αὐτὸς ἐκ λευϊτικῆς φυλῆς ἦν, ὥσπερ προαποροῦντες ἡμεῖς ἐξητάσαμεν, ὅτι εἰ ᾔδεισαν τὸν Ἰωάννην οἱ πεμφθέντες καὶ τὴν γένεσιν αὐτοῦ, πῶς χώραν χώραν εἶχον πυνθάνεσθαι περὶ τοῦ εἰ ἐστίν; καὶ πάλιν ἐν τῷ περὶ τοῦ εἰ »ὁ προφήτης εἶ ει σύ; «ἐξαίρετον οἰόμενος σημαίνεσθαι κατὰ τὴν προσθήκην τοῦ ἄρθρου, λέγει ὅτι Ἐπηρώτησαν εἰ προφήτης εἰη τὸ κοινότερον βουλόμενοι μαθεῖν.