Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 116-2
Not analysed yet
ἔτι δὲ οὐ μόνος Ἡρακλέων, ἀλλὰ ὅσον ἐπ᾿ ἐμῇ ἱστορίᾳ καὶ πάντες οἱ ἑτερόδοξαι, εὐτελῆ ἀμφιβολίαν διαστείλασθαι μὴ δεδυνημένοι, μείζονα Ἠλίου καὶ πάντων τῶν προφητῶν τὸν Ἰωάννην ὑπειλήφασιν διὰ τὸ »Μείζων ἐν γεννη- »τοῖς γυναικῶν Ἰωάννου οὐδείς ἐστιν«· οὐχ ὁρῶντες ὅτι ἀληθὲς τὸ »Οὐδεὶς μείζων Ἰωάννου ἐν γεννητοῖς γυναικῶν« διχῶς γίνε- ται, οὐ μόνον τῷ αὐτὸν εἶναι πάντων μείζονα, ἀλλὰ καὶ τῷ ἴσους αὐτῷ εἶναί τινας· ἀληθὲς γὰρ ἴσων ὄντων αὐτῷ πολλῶν προφητῶν, κατὰ τὴν δεδομένην αὐτῷ χάριν τὸ μηδένα τούτου μείζονα εἶναι.