Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 115-3
Not analysed yet
σῶσαι τὸ βούλημα τῶν ἀνδρῶν ἔστιν ἐννοήσαντα περὶ τῆς Καφαρναοὺμ εἰρημένα ἡμῖν ἐν τοῖς πρὸ τούτω ν. †ἐνδιατριβὴ πλησίον τυγχάνει τοῦ τῶν Ἰουδαίων πάσχα, ὀλίγῳ βελτιουμένη παρ’ αὐτὸ καὶ κρείττων αὐτοῦ τυγχάνουσα, καὶ μάλιστα ἐπεὶ ἐν τώ πάσχα τῶν Ἰουδαίων εὑρίσκονται ἐν τῷ ἱερῷ οἱ πωλοῦντες τοὺς βόας καὶ τὰ πρόβατα καὶ τὰς περιστεράς· δι' οὓς ἔτι μᾶλλον πρόκειται μὴ τοῦ κυρίου ἀλλὰ τῶν Ἰουδαίων εἶναι τὸ πάσχα· ὡς γαρ ο οἶκος του πατρος γέγονεν οἰκὸς ἐμπορίου παρα τοῖς μη αγιαζουσιν αὐτόν, οὕτω καὶ τὸ πάσχα κυρίου ἀνθρώπινον καὶ Ἰουδαϊκὸν πάσχα παρὰ τοῖς ταπεινότερον καὶ σωματικώτερον αὐτὸ αὐτὸ ἐκδεξαμένοις.