Ancient Greek · ~2 min
116 to 117
Origen, Commentarii in Evangelium Joannis 116-3-117
Not analysed yet
εὐκαιρότερον δὲ έν ἄλλοις ἔσται ἰδεῖν καὶ τὰ περὶ τοῦ χρόνου τοῦ πάσχα, περὶ τὴν ἐαρινὴν ἰσημερίαν γινομένου, καὶ εἴ τι ἔντερον ἀπαιτεῖ τὸ πρόβλημα ἐπεξεργάσασθαι. Ὁ μέντοι γε Ἡρακλέων· Αὕτη, φησίν φησίν, ἡ μεγάλη ἑορτὴ τοῦ γὰρ πάθους τοῦ σωτῆρος τύπος ἦν, ὅτε οὐ μόνον ἀνῃρεῖτο τὸ πρόβατον ,ἀλλὰ καὶ ἀνάπαυσιν παρεῖχεν ἐσθιόμενον ,καὶ θυόμενον μὲν τὸ πάθος τοῦ τὸ ἐν κόσμῳ ἐσήμαινεν, ἐσθιόμενον δὲ τὴν ἀνάπαυσιν τὴν ἐν γάμω.