Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 118
Not analysed yet
Διὸ οὐκ ἐπαισχύνεται ὁ θεὸς θεὸς καλεῖσθαι αὐτῶν«· οὐκοῦν θεός ἐστιν τῶν πατέρων καὶ πάντων τῶν ἁγίων· καὶ οὐκ ἄν που ἀναγεγραμμένον εὑρίσκοιτο τὸ θεὸν εἶναι τὸν θεόν τινος τῶν ἀσεβῶν. εἰ τοίνυν ὁ θεὸς ἀγίων ἐστὶν καὶ θεὸς ζώντων εἶναι λέγεται, οἱ ἅγιοι ζῶντές εἰσι καὶ οἱ ζῶντες ἅγιοι, οὔτε ἁγίου ὄντος ἔξω τῶν ζώντων οὔτε ζῶντος χρηματίζοντος μόνον καὶ οὐχὶ μετὰ τοῦ ζῆν ἔχοντος καὶ τὸ ἅγιον αὐτὸν τυγχάνειν.