Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 119
Not analysed yet
τὸ παραπλήσιον δὲ ἔστι καὶ ἐπὶ τοῦ »Εὐαρεστήσω τῷ κυρίῳ ἐν χώρᾳ »ζώντων« ἰδεῖν, ὡς εἰ ἔλεγεν >ἐν τάξει ἁγίων< ἢ >ἐν τῷ τόπῳ τῶν ἁγίων<, τῆς κυρίως εὐαρεστήσεως ἤτοι ἐν τῇ τάζει τῶν ἁγίων ἢ ἐν τῷ τόπῳ τῶν ἁγίων τυγχανούσης, οὐδέπω ἄκρως εὐαρεστοῦντος τοῦ μὴ εἰς τὴν τάξιν τῶν ἁγίων κεχωρηκότος ἢ τοῦ μὴ εἰς τὸν τόπον τῶν ἁγίων γεγενημένου· εἰς ὃν χωρῆσαι δεήσει πάντα τὸν οἱονεὶ σκιὰν καὶ εἰκόνα τῆς εὐαρεστήσεως τῆς ἀληθινῆς ἐν τῷ βίω̣ τούτῳ προανειληφότα.