Ancient Greek · ~3 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 12-2
Not analysed yet
ἔοικεν δὲ ἐν τοῖς Ἱεροσολύμοις ὁ τῶν Φαρισαίων ἄρχων Νικόδημος νυκτὸς πρὸς αὐτὸν ἀρχῶν] ἐληλυθέναι, καὶ ἀκηκοέναι ταῦτα ἃ ἔξεστιν ἐκ τοῦ εὐαγγελίου λαβεῖν. »Μετὰ δὲ ταῦτα ἠλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβεν μετ' αὐ- τῶν καὶ ἐβάπτιζεν· καθ' ὃν καιρὸν ἦν καὶ Ἰωάννης βαπτίζων ἐν »Αἰνὼν ἐγγὺς τοῦ Σαλίμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάν· »νης«· ὅτε καὶ ἐγένετο ζήτησις ἐκ τῶν μαθητῶν Ἱωάννου μετὰ Ἰουδαίων περὶ καθαρισμοῦ, καὶ ἠλθον πρὸς τὸν Ἰωάννην‘, λέγοντες περὶ τοῦ σωτῆρος τὸ »Ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν‘· ἀκηκόασιν ἀπὸ τοῦ βαπτιστοῦ λόγους, οὓς ἔστιν ἀπ’ αὐτῆς τῆς γραφῆς ἀκριβέστερον λαβεῖν.