Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 13-3
Not analysed yet
εἰ δὲ πυνθανομένοις ἡμῖν περὶ τοῦ πότε γέγονε πρῶτον ἐν τῇ Καφαρναοὺμ ὁ χριστός, τῇ λέξει Ματθαίου καὶ τῶν λοιπῶν δύο ἀκολουθοῦντες φήσουσιν μετὰ τὸν πειρασμόν, ὅτε καταλιπὼν τὴν Ναζαρὲθ ἐλθὼν κατῴκησεν εἰς Καφαρναοὺμ τὴν παραθαλασσίαν, πῶς ἕμα ἀληθῆ εἶναι ἐροῦσιν τό τε παρὰ τῷ Ματθαίῳ καὶ Μαρκῳ εἰρημένον, ὡς διὰ τὸ ἀκηκοέναι αὐτὸν περὶ τοῦ Ἰωάννου παραδοθέντος εἰς τὴν Γαλιλαίαν αναχωρήαντος, καὶ τὸ παρὰ τῷ Ἰωάννῃ μετὰ καὶ ἄλλας οἰκονομίας πρὸς τῇ ἐν Καφαρναοὺμ μονῇ κείμενον, καὶ τὴν εἰς Ἱεροσόλυμα ἄνοδον, τήν τε εἰς Ιουδαίαν ἐκεῖθεν κάθοδον, ὅτε οὔπω βεβλημένος ἦν εἰς φυλακὴν ὁ Ἰωάννης, ἀλλ' ἐβάπτιζεν ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλίμ;