Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 120
Not analysed yet
καὶ τὸ »οὐ δικαιωθήσεσθαι δὲ κατ᾿ ἐνώπιον »τοῦ θεοῦ πάντα ζῶντας« δηλοῖ, ὅτι ὡς πρὸς θεὸν καὶ τὴν ἐν αὐτῷ δικαισύνην οὐδεὶς δικαιωθήσεται τῶν πάνυ μακαρίων, ὡς εἰ καὶ ἐλέγομεν ἐπὶ ἑτέρου παραδείγματος τοιοῦτον· οὐ φωτιεῖ πᾶς λύχνος ἐνώπιον ἡλίου· φωτιεῖ μὲν γὰρ πᾶς λύχνος, ἀλλ ὅταν μὴ καταυγάζηται ὑπὸ ἡλίου· δικαιωθήσεται δὲ καὶ πᾶς ζῶν, ἀλλ᾿ οὐκ ἐνώπιον τοῦ θεοῦ, ὅτε δὲ τοῖς κάτω συγκρίνεται καὶ ὑπὸ τοῦ σκότους κεκρατημένοις παρ᾿ οἷς λάμψει αὐτῶν τὸ φῶς.