Ancient Greek · ~3 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 121-2
Not analysed yet
ταῦτα γὰρ ὑπὸ τοῦ βαπτιστοῦ εἴρηται παρὰ τῷ Ματθαίῳ ἰδόντος πολλοὺς τῶν φαρισαίων καὶ Σαδδουικαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα, δηλονότι οὐκ ἔχοντας καρποὺς με τανοίας καὶ φαρισαϊκῶς ἀλαζονευομένους ἐν ἑαυτοῖς ἐπὶ τῷ Ἀβραὰμ ὡς πατρί· διόπερ ἐπιπλήσσονται ὑπὸ τοῦ τὸν ζῆλον Ἠλίου κατὰ τὴν κοινωνίαν τοῦ ἁγίου πνεύματος Ἰωάννου. ἐπιπληκτικὸς γὰρ λόγος ὁ »Μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· Πατέρα »ἔχομεν τὸν Ἀβαάμ«· καὶ διδασκαλικὸς ὁ περὶ τοῦ καὶ τοὺς διὰ τὴν λιθίνην καρδίαν ἀπίστους λίθους ὀνομαζομένους δυνάμει θεοῦ μεταβαλεῖν οἴους τε εἶναι ἀπὸ λίθων εἰς τέκνα Ἀβραάμ. ἐπεὶ γεγόνασιν ἐν ὀφθαλμοῖς τοῦ προφήτου, μὴ φεύγοντες τὴν θείαν ὄψιν· ὄψιν· διόπερ τὸ »Λέγω ὑμῖν, ὅτι δύναται ὁ θεὸς »ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ« ὑπ᾿ αὐτοῦ λέγεται.