Ancient Greek · ~3 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 120-2
Not analysed yet
οἱ δὲ Φα- ρισαῖοι, ατε κατὰ τὸ ονομα οντες Διῃρημένοι τινὲς καὶ στασιώ- δεις, τὸ μὴ ὁμονοεῖν παριστᾶσιν τοῖς ἐν τῇ μητροπόλει Ἰουδαίοις καὶ τοῖς λειτουργοῖς τῆς τοῦ θεοῦ θεραπείας, ἱερεῦσι καὶ Λευ· ί· ταις, διὰ τοῦ ἀποστεῖλαι οἱονεὶ ἐπιπληκτικῶς καὶ τὸ ὅσον ἐπ' αὐτοῖς κωλυτικῶς τοῦ βαπτίζειν τοὺς ἐρωτήσοντας· Τί »Τί βαπτίζεις »εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης; «καὶ τάχα εἰ συγκλώσαιμεν εἰς ἕν σωματοποιοῦντες τὰ ἐν τοῖς εὐαγγελίοις γεγραμμένα, εἴποιμεν ἄν νῦν μὲν αὐτοὺς ταῦτα εἰρηκέναι, ὑστερον δὲ οὐκ οἶδ' ὅπως αὑτοὺς ἐπιδεδωκότας τῷ βαπτίσασθαι ἀκηκοέναι ὑπὸ τοῦ Ἰωάννου τὸ »Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν »φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; ποιήσατε οὖν καρπὸν ἄξιον »τῆς μετανοίας«·