Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 122
Not analysed yet
οὐχ οἱ τυχόντες οὖν μόνοι τῶν ζώντων οὐ δικαιωθήσονται κατενώπιον τοῦ θεοῦ, ἀλλὰ καὶ οἱ ὡς ἐν ζῶσι τῶν ἐλαττόνων διαφέροντες· ἤ, ὅπερ μᾶλλον, ἅμα ἡ πάντων τῶν ζώντων δικαιοσύνη οὐ δικαιωθήσεται ὡς πρὸς τὴν τοῦ θεοῦ δικαιοσύνην· ὡς εἰ καὶ ἅμα πάντα τὰ ἐπὶ γῆς νυκτερινὰ συναγαγὼν φῶτα ἔφασκον μὴ δύνασθαι ταῦτα φωτίζειν ὡς πρὸς τὰς τούτου τοῦ ἡλίου αὐγάς.