Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 123
Not analysed yet
κατ᾿ ἐπανάβασιν δὲ ἐκ τῶν εἰρημένων νοητέον καὶ τὸ »Ζῶ ἐγώ, λέγει κύριος«, τάχα τοῦ κυρίως ζῆν μάλιστα ἐκ τῶν εἰρημένων περὶ τοῦ ζῆν παρὰ μόνῳ τυγχάνοντος τῷ θεῷ. καὶ ὅρα εἰ διὰ τοῦτο δύναται ὁ ἀπόστολος τὴν εἰς ὑπερβολὴν ὑπεροχὴν νοήσας τῆς ζωῆς τοῦ θεοῦ καὶ ἀξίως θεοῦ συνιεὶς τὸ »Ζῶ ἐγὼ, λέγει »κύριος« εἰρηκέναι περὶ θεοῦ· »Ὁ μόνος ἔχων ἀθανασίαν«, οὐδενὸς τῶν παρὰ τὸν θεὸν ζώντων ἔχοντος τὴν ἄ τρεπτον πάντη καὶ ἀναλλοίωτον ζωήν. καὶ τί διστάζομεν περὶ τῶν λοιπῶν, ὅτε οὐδὲ ὁ χριστὸς ἔσχε τὴν τοῦ πατρὸς ἀθανασίαν; ἐγεύσατο γὰρ ὑπὲρ παντὸς θανάτου.