Ancient Greek · ~3 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 123-2
Not analysed yet
ΧΧΙΙΙ. Παρέστησεν δὲ τὸ τῶν Φαρισαίων περιαυτόλογου καὶ ὁ Λουκᾶς διὰ τοῦ »Ἄνδρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν »προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. καὶ ὁ Φα- »ρισαῖος σταθεὶς ταῦτα πρὸς ἐαυτὸς προσηύχετο· Ὀ θεός, εὐχα- »ριστῶ σοι ὃτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἂρπαγες, »ἄδικοι, μοιχοὶ ἢ καὶ ὡς οὐτος ὁ τελώνης«· ὅτε διὰ τούτους τοὺς λόγους ὁ τελώνης μἀλλον αὐτοῦ εἰς τὸν οἶκον καταβαίνει δεδικαιωμένος, μένος, καὶ ἐπιλέγεται πάντα τὸν ὑψοῦντα ἑαυτὸν ταπεινοῦσθαι. ὡς ὑποκριταὶ τοίνυν κατὰ τοὺς τοῦ σωτῆρος πρὸς αὐτοὺς ἐλεγκτικοὺς λόγους) ἔρχονται ἐπὶ τὸ βάπτισμα, οὐ λαν- θάνοντες τὸν βαπτίζοντα ἔτι ἔχοντες τὸν τῶν ἐχιδνῶν ἐὸν ὑπὸ τὰς γλώσσας αὐτῶν καὶ τὸν τῶν ἀσπίδων· »Ἰὸς γὰρ ἀσπίδων »ὑπὸ τὰ χείλη αὐτῶν«.