Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 124-2
Not analysed yet
ἀληθῶς τε »θυμὸς αὐτοῖς κατὰ τὴν »ομοίωσιν τοῦ οφεως« ην ἐμφαινόμενος καὶ διὰ τῆς πικρᾶς ταύτης ἐρωτήσεως τῆς »Τί οὐν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστὸς »οὐδὲ Ἠλίας οὐδὲ ὁ προφήτης; «πρὸς οὓς εἴποιμ᾿ ἂν ὡς Χριστοῦ καὶ Ἠλίου καὶ τοῦ προφήτου βαπτιζόντων, τῆς δὲ ἐν τῇ ἐρήμῳ φωνῆς τοῦ βοῶντος ταύτην τὴν ἐξουσίαν μὴ εἰληφυίας· Ὦ οὗτοι, ἀπηνῶς πυνθάνεσθε τοῦ ἀπεσταλμένου ἀγγέλου πρὸ προσώπου Χριστοῦ κατασκευάσαι τὴν ὁδὸν αὐτοῦ ἔμπροσθεν αὐτοῦ, ὅλα τὰ κατὰ τὸν τόπον αὐτοῦ ἀγνοοῦντες μυστήρια· ὁ γὰρ χριστός, Ἰησοῦς ὤν, κἂν μὴ βούλησθε, αὐτὸς οὐκ ἐβάπτιζεν, ἀλλ᾿ οἱ μαθηταὶ αὐτοῦ,