Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 126-2
Not analysed yet
παραδεξάμενος δὲ ὁ Ἡρακλέων τὸν τῶν Φαρισαίων λόγον ὡς ὑγιῶς εἰρημένον περὶ τοῦ ὀφείλεσθαι τὸ βαπτίζειν Χριστῷ καὶ Ἠλίᾳ καὶ παντὶ προφήτῃ, αὐ- ταῖς λέξεσίν φησιν, οἷς μόνοις ὀφείλεται τὸ βαπτίξειν, καὶ ἐκ τῶν εἰρημένων μὲν ἡμῖν ἔναγχος ἐλεγχόμενος, μάλιστα δὲ ὅτι κοινότερον τὸν προφήτην νενόηκεν· οὐ γὰρ ἔχει δεῖξαί τινα τῶν προφητῶν βαπτίσαντα. οὐκ ἀπιθάνως δέ φησιν πυνθάνεσθαι τοὺς Φαρισαίους κατὰ τὴν αἰ,τῶν πανουργίαν . οὐχὶ ὡς μαθεῖν θέλοντας.