Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 125-2
Not analysed yet
αὐτὸς ὢν »ὁ προφήτης( πόθεν δὲ ὑμῖν πεπίστευται Ἠλίαν βαπτίσειν τὸν ἐλευσόμενον, οὐδὲ τὰ ἐπὶ τοῦ θυσιαστη- ρίου ξύλα κατὰ τοὺς τοῦ Ἀχαὰβ χρόνους δεόμενα λουτροῦ ἵνα ἐκκαυθῇ, ἐπιφανέντος ἐν πυρὶ τοῦ κυρίου, βαπτίσαντα; ἐπικελεύε- ται γὰρ τοῖς ἱερεῦσιν τοῦτο ποιῆσαι οὐ μόνον ἅπαξ, λέγει γάρ· »Δευτερώσατε· ὅτε καὶ ἐδευτέρωσαν«, καὶ »Τρισσώσατε· ὅτε καὶ »ἐτρίσσωσαν«. ὁ τοίνυν μὴ αὐτὸς βαπτίσας τότε, ἀλλ’ ἑτέροις τοῦ ἔργου παραχωρήσας, πῶς κατὰ τὰ ὑπὸ τοῦ Μαλαχίου λεγό- μενα ἐπιδημήσας βαπτίζειν ἐμελλεν; Χριστὸς οὖν ἐν ὅδατι οὐ βαπτίζει, ἀλλ' οἱ μαθηταὶ αὐτοῦ· ἑαυτῷ δὲ τηρεῖ τὸ ἁγίῳ πνεύματι βαπτίζειν καὶ Πυρί.