Ancient Greek · ~3 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 128
Not analysed yet
Εἰ τοίνυν ὁ σωτὴρ ἃ μέν τινα ἐτέροις, τινὰ δὲ τάχα που αὑτῶ̣ καὶ ἢ οὐδενὶ ἢ ἑνὶ ἢ ὀλίγοις, καθ’ ὅ »ζωή« ἐστιν ἡ γενομένη ἐν τῷ λόγῳ, βασανιστέον πότερον αὑτῶ καὶ ἑτέροις ζωή ἐστιν ἢ ἑτέροις, καὶ εἰ ἑτέροις, τίσι τούτοις. εἰ δὴ ταὐτόν ἐστι »ζωὴ« καὶ »τῶν ἀνθρώπων« —φησὶ γάρ’ »Ὅ γέγονεν ἐν αὐτῷ ζωὴ ἠν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων« —τὸ δὲ φῶς τῶν ἀνθρώπων τινῶν ἐστι φῶς, καὶ τοῦτο οὐ πάντων τῶν λογικῶν, ὅσον ἐπὶ +τῷ κεῖσθαι τὸ »'Ανθρώπων«, ἀλλὰ »τῶν ἀνθρώπων« ἐστὶ φῶς, εἴη ἂν καὶ ζωὴ ἀνθρώπων, ὡν καὶ φῶς ἐστιν· καὶ καθ' ὅ ζωή, λέγοιτο ἂν ὁ σωτὴρ οὐχ αὑτῷ ἀλλὰ ἑτέροις εἶναι ζωὴ ὡν ἐστι καὶ φῶς.