Ancient Greek
126 to 127
Origen, Commentarii in Evangelium Joannis 126-127
Not analysed yet
ἀλλὰ καὶ »ὁδός« ἑτέροις ἑτέροις ὁμοίως καὶ »θύρα«, ὁμολογουμένως δὲ καὶ »ῥάβδος«· ἑαυτῷ δὲ καὶ ἐτέροις »σοφία«, τάχα δὲ καὶ »λόγος«. ζητητέον δὲ εἰ συστήματος θεωρημάτων ὄντος ἐν αὐτῷ, καθ' ὅ »σοφία« ἐστίν, ἐστί τινα θεωρήματα ἀχώρητα τῇ λοιπῇ παρ' αὐτὸν γεννητῇ φύσει, ἅτινα οἶδεν ἑαυτῷ. καὶ οὐκ ἀνεξέταστον τὸν λόγον ἐατέον διὰ τὴν περὶ ἁγίου πνεύματος εὐλάβειαν. ὅτι μὲν γὰρ καὶ αὐτὸ αὐτῶ̣ μαθητεύεται, σαφὲς ἐκ τοῦ λεγομένου περὶ παρακλήτου καὶ ἁγίου πνεύματος· »Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν«. εἰ δὲ μαθητευόμενον πάντα χωρεῖ, ἅ ἔνατενίζων τῷ πατρὶ ἀρχόμενος ὁ υἱὸς γινώσκει, ἐπιμελέστερον ζητητέον.