Ancient Greek · ~3 min
13 to 15
Origen, Commentarii in Evangelium Joannis 13-15
Not analysed yet
ΙΙ. Πάνυ δὲ παρατετηρημένως καὶ οὐχ ὡς ἑλληνικὴν ἀκριηολογίαν οὐκ ἐπιστάμενος ὁ Ἰωάννης ὅπου μὲν τοῖς ἄρθροις ἐχρήσατο ὅπου δὲ ταῦτα ἀπεσιώπησεν, ἐπὶ μὲν τοῦ λόγου προστιθεὶς τὸ »Ὁ«, ἐπὶ δὲ τῆς θεὸς προσηγορίας ὅπου μὲν τιθεὶς ὅπου δὲ [δι]αἴρων. τίθησιν μὲν γὰρ τὸ ἄρθρον, ὅτε ἡ »θεὸς« ὀνομασία ἐπὶ τοῦ ἀγενήτου τάσσεται τῶν ὅλων αἰτίου, σιωπᾷ δὲ αὐτό, ὅτε ὁ λόγος »θεὸς« ὀνομάζεται. ὡς δὲ διαφέρει κατὰ τούτους τοὺς τόπους »ὁ θεὸς« καὶ »θεός« οὕτως μήποτε διαφέρῃ »ὁ λόγος« καὶ »λόγος«. ὃν τρόπον γὰρ ὁ ἐπὶ πᾶσι θεὸς »ὁ θεὸς« καὶ οὐχ ἁπλῶς »θεός«, οὕτως ἡ πηγὴ τοῦ ἐν ἑκάστῳ τῶν λογικῶν λόγου »ὁ λόγος«, τοῦ ἐν ἑκάστῳ λόγου οὐκ ἂν κυρίως ὁμοίως τῷ πρώτῳ ὀνομασθέντος καὶ λεχθέντος »ὁ λόγος«.