Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 12
Not analysed yet
ἀλλ’ ἐπεὶ τάχα τάξιν τινὰ δηλοῖ τὸ πρῶτον τετάχθαι τὸ »Ἐν ἀρχῇ ἦν ὁ »λόγος« κατὰ τὸ οὕτως ἑξῆς τὸ »Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν« καὶ τρίτον τὸ »καὶ θεὸς ἦν ὁ λόγος«, διὰ τοῦτο, ἵνα δυνηθῇ ἀπὸ τοῦ »πρὸς τὸν θεὸν« εἶναι ὁ λόγος νοηθῆναι γινόμενος θεός, λέγεται· »Καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν«, ἔπειτα· »καὶ θεὸς ἦν ὁ λόγος. «