Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 130
Not analysed yet
Τηρητέον δὲ τὰ δύο »Ἐν« καὶ τὴν διαφορὰν αὐτῶν ἐξεταστέον· πρῶτον μὲν γὰρ ἐν τῷ »λόγος ἐν ἀρχῇ«, δεύτερον δὲ ἐν τῷ »ζωὴ ἐν λόγῳ«. ἀλλὰ λόγος μὲν έν ἀρχῇ« οὐκ ἐγένετο· οὐκ ἠν γάρ, ὅτε ἡ ἀρχὴ ἄλογος ἦν, διὸ λέγεται· »Ἐν ἀρχῇ ἠν ὁ λόγος· «ζωὴ δὲ έν τῷ λόγῳ οὐκ ἦν· ἀλλὰ ςωὴ ἐγένετο, εἴ γε »ζωή ἐστι τὸ φῶς τῶν ἀνθρώπων«. ὅτε γὰρ οὐδέπω ἄνθρωπος ἦν, οὐδὲ φῶς »τῶν ἀνθρώπων« ἠν, τοῦ φωτὸς τῶν ἀνθρώπων κατὰ τὴν πρὸς ἀνθρώπους σχέσιν νοουμένου.