Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 131
Not analysed yet
μηδεὶς δ’ ἡμᾶς θλιβέτω χρονικῶς οἰόμενος ταῦτα ἀπαγγελλειν, τῆς τάξεως τὸ πρῶτον καὶ τὸ δεύτερον καὶ τὰ ἐφεξῆς ἀπαιτούσης, κἂν χρόνος μὴ εὐρίσκηται, ὅτε τὰ ὑπὸ τοῦ λόγου τὰ] ὑποβαλλόμενα τρίτα καὶ τέταρτα οὐδαμῶς ἦν. ὃν τρόπον τοίνυν »πάντα δι’ αὐτοῦ ἐγένετο«, καὶ οὐχὶ πάντα δέ αὐτοῦ ἦν, καὶ »χωρὶς αὐτοῦ έγένετο οὐδὲ ἕν«, οὐχὶ δὲ χωρὶς αὐτοῦ ἠν οὐδὲ ἔν, οὕτως ὅ γέγονεν ἐν αὐτῷ, οὐχὶ ὃ ἠν ἐν αὐτῷ, ζωὴ ἠν. καὶ πάλιν οὐχὶ ὃ ἐγένετο ἐν ἀρχῇ ὁ λόγος ἦν, ἀλλὰ ὃ ἦν ἐν ἀρχῇ λόγος ἦν.