Ancient Greek
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 131-3
Not analysed yet
ΧΧΙΙΙ. Τὰ δὲ κινοῦντα ἡμᾶς εἰς τὴν περὶ τούτων συμφωνίαν, αἰτήσαντες τὸν διδόντα παντὶ τῷ αἰτοῦντι καὶ ὀξέως ζητεῖν ἀγωνιζομένῳ, κρούοντές τε ὑπὲρ τοῦ ἀνοιχθῆναι ἡμῖν ταῖς τῆς γνώσεως κλειοὶν τὰ κεκρυμμένα τῆς γραφῆς, τὸν αὐτὸν κατὰ τὴν διδομένην ἡμῖν δύναμιν ἐκθησόμεθα τρόπον. καὶ πρῶτόν γε ἴδωμεν τὴν τοῦ Ἰωάννου λέξιν ἀρχομένην ἀπὸ τοῦ »Καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ »Ἰησοῦς«. Ἱεροσόλυνα τοίνυν ἐστίν, ὡς αὐτὸς ἐν τῷ κατὰ Ματθαῖον διδάσκει ὁ κύριος, »τοῦ μεγάλου βασιλέως πόλις«, οὐκ έν κοιλάδι ἢ κάτω που κειμένη, ἀλλ’ ἐν ὑψηλῷ ὄρει ᾠκοδομημένη, καὶ »Ὄρη κύκλῳ »αὐτῆς«, «ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό«· καὶ »Ἐκεῖ ἀνέβησαν αἰ φυλαὶ κυρίου, μαρτύριον τῷ Ἰσραήλ«.