Ancient Greek · ~2 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 132-3
Not analysed yet
καλεῖται δὲ καὶ ἡ πόλις αὕτη καὶ] Ἱερουσαλήμ, εἰς ἣν οὐδεὶς τῶν ἐπὶ γῆς ἀναβαίνει οὐδὲ εἰσέρχται· καὶ πᾶσά γε ἡ φυσικὸν ἔχουσα δίαρμα ψυχὴ καὶ ὀξύτητα νοητῶν διορατικὴν ταύτης τῆς πόλεως πολῖτις ὑπάρχει. καὶ δυνατὸν ἐν ἁμαρτίᾳ εἶναι καὶ τὸν Ἱεροσολυμίτην· δυνατὸν γὰρ καὶ τοὺς εὐφυεστάτους ἁμαρτάνειν, εἰ μὴ ἐπιστρέψαιεν μετὰ τὴν ἁμαρτίαν τάχιον ἀπολοῦντας τὴν εὐφυίαν ,καὶ μίαν τῶν ἀλλοτρίων τῆς Ἰουδαίας πόλεων οὐ μόνον παροικήσοντας ἀλλὰ καὶ ἐγγραφησομένους.