Ancient Greek
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 131-4
Not analysed yet
Καὶ πρῶτον λεκτέον, ὅτι ὥσπερ ὀφθαλμοὺς καὶ βλέφαρα καὶ ὠτα, χεῖράς τε καὶ βραχίονας καὶ πόδας εὑρίσκοντες γεγραμμένα τοῦ θεοῦ, ἔτι δὲ καὶ πτέρυγας, μεταλαμβάνομεν εἰς ἀλληγορίαν τὰ γεγραμμένα, καταφρονοῦντες τῶν μορφὴν ἀνθρώπων παραπλήσιον περιτιθέντων τῷ θεῷ καὶ εὐλόγως γε τοῦτο πράττομεν, οὕτως καὶ ἐπὶ τῶν εἰρημένων ὀνομάτων τὸ ἀκόλουθον ἡμῖν ποιητέον· καὶ δῆλόν γε ἀπὸ τοῦ φαινομένου ἡμῖν πρακτικωτέρου· »Φῶς γὰρ ἔστιν »ὁ θεός«, κατὰ τὸν Ἰωάννην, καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία.