Ancient Greek · ~7 min
132 to 137
Origen, Commentarii in Evangelium Joannis 132-4-137
Not analysed yet
πῶς δὴ φῶς αὐτὸν νοητέον κατὰ τὸ δυνατὸν ἡμῖν συνετώτερον ἐπισκεψώμεθα· διχῶς γὰρ τὸ »φως« ὀνομάζεται, σωματικόν τε καὶ πνευματικόν, ὅπερ ἐστὶ νοητὸν καὶ ὡς μὲν αἱ γραφαὶ ἂν λέγοιςν ἀόρατον, ὡς δ' ἂν Ι Ἕλληνες ὀνομάσσιεν ἀσώματον. καὶ τοῦ γε σωματικοῦ παράδειγμα ὁμολογούμενον τοῖς τὴν ἱστορίαν παραδεχομένοις τὸ »Πᾶσιν δὲ τοῖς υἱοῖς Ἰσραὴλ ἠν φῶς ἐν πᾶσιν οἷς κατε-- »γίνοντο«· τοῦ δὲ νοητοῦ καὶ πνευματικοῦ ἔν τινι τῶν δώδεκα· »Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, »φωτίσατε ἐαυτοῖς φῶς γνώσεως«. δμοίως δὲ καὶ τὸ »σκότος« κατ' ἀναλογίαν Μῶς λεχθήσεται. καὶ τοῦ μὲν κοινότερον λεγομένου καράδειγμα· »Καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος »ἐκάλεσεν νύκτα«· τοῦ δὲ νοητοῦ· »‘Ο λαὸς ὁ καθήμενος ἐν σκότει **»καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν «. Τούτων οὕτως ἐχόντων ἄξιον ἰδεῖν, τί ἁρμόζει νοεῖν ἡμᾶς περὶ θεοῦ λεγομένου φῶς, ἐν ᾡ οὐδεμία ἐστὶν σκοτία. ἀρα γὰρ x003E; σωματικοὺς ὀφθαλμοὺς ὁ θεὸς φωτίζων φῶς ἐστιν ἢ τοὺς νοητούς, περὶ ὡν καὶ ὁ προφήτης φησί· »Φώτισον τοὺς ὀφθαλμούς »μου, μήποτε ὑπνώσω εἰς θάνατον; «νομίζω δὲ προφανὲς παντί τῳ εἶναι ὅτι οὐκ ἂν τὸ τοῦ ἡλίου ἔργον ποιεῖν λέγοιμεν τὸν θεόν, ἑτέρῳ παραχωροῦντα φωτίζειν τοὺς ὀφθαλμοὺς τῶν μὴ ὑπνωσομένων εἰς θάνατον· οὐκοῦν φωτίζει ὁ θεὸς τὸν νοῦν ὡν κρίνει ἀξίους εῑναι τοῦ οἰκείου φωτισμοῦ. εἰ δὲ νοῦς ἐστιν φωτιστικὸς κατὰ τὸ λεγόμενον· Κύριος φωτισμός μου«· ἀνάγκη αὐτὸν νοητὸν τυγχάνοντα καὶ ἀόρατον καὶ ἀσώματον τούτου ἡμᾶς αὐτὸν ὑπολαμβάνειν φῶς ***μήποτε καὶ πῦρ καταναλίσκοντῶμεν **δμεν ***σωματικο **ἀναλωτικὸν εἶναι δοκεῖ, οἷον ξύλων καὶ χόρτου καὶ καλάμης·