Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 133
Not analysed yet
Πάλιν, ἐπεὶ ἔστι τὰ παραλελειμμένα τῶν ἐναντίων νοεῖσθαι ἐκ τῶν εἰρημένων περὶ τῶν ἐναντίων, γέγεται δὲ περὶ ζωῆς καὶ φωτὸς ἀνθρώπων, ἐναντίον δὲ τῇ ζωῇ θάνατος καὶ ἐναντίον φωτὶ ἀνθρώπων σκότος ἀνθρώπων, ἔστιν ἰδεῖν ὅτι ὁ ἐν σκότω τῶν ἀνθρώπων τυγχάνων ἐν θανάτῳ ἐστὶν καὶ ὁ τὰ τοῦ θανάτου πράττων οὐκ ἀλλαχόσε τοῦ σκότους ἐστίν. ὁ δὲ μνημο- νεύων τοῦ θεοῦ, ἐάν γε νοῶμεν τί τὸ μνημονεύειν αὐτοῦ, οὐκ ἔστιν ἐν τῷ θανάτῳ κατὰ τὸ εἰρημένον· »Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ »μνημονεύων σου«.