Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 134
Not analysed yet
εἴτε δὲ σκότος ἀνθρώπων εἴτε θάνατος, οὐ φύσει τοιαῦτά ἐστιν +ἄλλου λόγου »Ἡμεῖς ἤμεθά ποτε σκότος, νῦν δὲ φῶς »ἐν κυρίῳ«, κἂν μάλιστα ἅγιοι καὶ πνευματικοὶ ἤδη χρηματίζωμεν. ὥσπερ δὲ δεκτικὸς ὁ Παῦλος σκότος ὢν γέγονε τοῦ γενέσθαι φῶς ἐν κυρίῳ οὕτως ὅστις ποτ’ ἂν ᾖ σκότος. κατὰ δὲ τοὺς οἰομένους εἶναι φύσεις πνευματικάς, ὥσπερ τὸν Παῦλον καὶ τοὺς ἀγίους ἀποστόλους, οὐκ οἶδα εἰ σώζεται τὸ τὸν πνευματικὸν εἶναί ποτε σκότος καὶ ὕστερον αὐτὸν γεγονέναι φῶς.