Ancient Greek · ~3 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 133-2
Not analysed yet
καὶ τοῦτο παρατηρητέον, ὅτι ὁ μὲν Ματθαῖος ἐκπορευομένους μένους πρὸς τὸν Ἰωάννην τὰ Ἰεροσόλυμα καὶ πᾶσαν Ι τὴν Ἰουδαίαν καὶ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου ἐπὶ τῷ βαπτίσασθαι ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐξομολογουμένους ἑαυτῶν τὰς ἁμαρτίας, οὐδένα λόγον ἐπιπληκτικὸν καὶ ἐλεγκτικόν φησιν ἀκη- κοέναι ἀπὸ τοῦ βαπτιστοῦ, μόνους δὲ τοῦς ἑωραμένους πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουαίων ἐληυθότας ἀκηκοέναι τὸ Γεννήματα »ἐχιδνῶν« καὶ τὰ ἑξῆς· ὁ δὲ Μάρκους οὐδέν φησιν ἐπιπληκτικὸν εἰρῆσθαι ὑπὸ τοῦ Ἰωάννου τοῖς ἐληλυθόσιν, οὖσιν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Ἰεροσολυμίταις R σολυμίταις πᾶσι, καὶ βαπτιζομένοις ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ καὶ ἐξομολογουμένοις τὰς ἁμαρτίας αὐτῶν, ἀκολούθως τῷ μηδὲ ὠνομα- κέναι τοὺς Φαρισαίους καὶ Σαδδουκαίους.