Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 134-2
Not analysed yet
ἔτι δὲ καὶ τοῦτο ἀναγκαῖον ἡμᾶς παραθέσθαι, ὅτι ἀμφότεροι μέν, ὅ τε Ματθαῖος καὶ ὁ Μάρκος, ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν φασιν βαπτίζεσθαι πᾶσαν Ιεροσόλυμα καὶ πᾶσαν τὴν Ἰουδαίαν καὶ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ἤ πᾶσαν τὴν Ἰουδαίαν χώραν καὶ τοὺς Ἱεροσολυμίτας πάν- τας· ὁ δὲ Ματθαῖος εἰσάγει μὲν ἐρχομένους ἐπὶ τὸ βάπτισμα τοὺς Φαρισαίους καὶ Σαδδουκαίους οὐ μὴν ἐξομολογουμένους τὰς ἁμαρτίας αὐτῶν· διόπερ εἰκὸς καὶ τοῦτο εὔλογον εἶναι αἴτιον τοῦ ἀκηκοέναι αὐτοὺς »Γεννήματα ἐχιδνῶν«.