Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 136
Not analysed yet
νυνὶ δὲ ὁ Παῦλός φησι γεγονέναι »ποτὲ σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ«, ὡς δυνατοῦ ὄντος τοῦ σκότος εἰς φῶς μεταβαλεῖν. οὐ χαλεπὸν δὲ τὰ περὶ παντὸς σκότους ἀνθρώπων καὶ περὶ τοῦ θανάτου τοῦ αὐτοῦ τυγχάνοντος τῷ σκότῳ τῶν ἀνθρώπων ἐπιμελῶς ἰδεῖν τῶν εἰρημένων, τὸ ἐνδεχόμενον ὁρῶντα τῆς ἐπὶ τὸ χεῖρον καὶ κρεῖττον ἑκάστου μεταβολῆς.