Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 135
Not analysed yet
εἰ γὰρ ὁ πνευματικός ποτε σκότος ἦν, ὁ χοϊκὸς τί ἐστιν; εἰ δ’ ἀληθές ἐστι τὸ σκότος γεγονέναι φῶς, τίς ἡ ἀποκλήρωσις τοῦ μὴ πᾶν σκότος δύνασθαι γενέσθαι φῶς; εἰ μὴ γὰρ ἐπὶ Παύλου ἐλέγετο, ὅτι »ἤμεθά ποτε ἐν σκότῳ, νῦν δὲ φωτεινοὶ ἐν κυρίῳ«, ἐπὶ δὲ ὡν οἴονται φύσεων ἀπολλυμένων, ὅτι σκότος ἠσαν ἢ σκότος εἰσί, κἂν χώραν εἶχεν ἡ περὶ φύσεων ὑπόθεσις.