Ancient Greek · ~3 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 14
Not analysed yet
εἰ γὰρ καὶ κατ' αὐτὸν τὸ »Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ »χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο« ὑπὸ τοῦ βαπ- τιστοῦ εἴρηται, πῶς οὐκ ἀκόλουονν τὸ τὸν ἐκ τοῦ πληρώματος τοῦ χριστοῦ εἰληφότα καὶ χὰριν δευτέραν ἀντὶ προτέρας χάριτος ὁμολογοῦντά τε διὰ Μωσέως μὲν δεδόσθαι τὸν νόμον, τὴν δὲ χάριν καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ γεγονέναι ἐκ τῶν ἀπὸ τοῦ πληρώματος εἰς αὐτὸν ἐληλυθότων νενοηκέναι πῶς »θεὸν οὐδεὶς ἑώρακεν πώποτε« ,καὶ τὸ τὸν μονογενῆ εἰς τὸν κόλπον ὄντα τοῦ πατρὸς τὴν ἐξήγησιν αὐτῷ καὶ πᾶσι τοῖς ἐκ τοῦ πληρώματος εἰληφόσι παραδεδωκέναι; παραδεδωκέναι;