Ancient Greek · ~2 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 141-2
Not analysed yet
δύναται δὲ καὶ φύσει ἱερὸν εἶναι ἡ εὐφυὴς ἐν λόγῳ ψυχὴ διὰ τὸν συμπεφυδότα λόγον ἀνωτέρω τυγχά- ωνυσα τοῦ σώματος, εἰς ἥ ἀπὸ τῆς Καφαρναοὺμ κάτω που κειμένης ταπεινότερον ἀναβαίνει ὁ Ἰησοῦς, ἐν ᾖ εὑρίσκεται τὰ πρὸ τῆς ἀπὸ Ἰησοῦ παιδεύσεως γήϊνα καὶ ἀνόητα καὶ χαλεπὰ κινήματα, καὶ τὰ νομεζόμενα μὲν οὐκ ὄντα δὲ καλά, ἅπερ τῷ πεπλεγμένῳ ἐξ ἀπο- δεικτικῶν καὶ ἐλεγκτικῶν δογμάτων λόγῳ ἀπελαύνεται ὑπὸ τοῦ Ἰησοῦ, ἵνα μηκέτι ὁ τοῦ πατρὸς αὐτοῦ οἶκος οἶκος ἐμπορίου ᾖ, ἀλλὰ ἀπολάβῃ τὴν κατὰ τοὺς οὐρανίους καὶ πνευματικοὺς νόμους ἐπιτε- λουμένην ὑπὲρ σωτηρίας αὐτῆς τε καὶ πλειόνων θεραπείαν τοῦ θεοῦ.