Ancient Greek · ~3 min
142 to 144
Origen, Commentarii in Evangelium Joannis 142-3-144
Not analysed yet
σύμβολον δὲ τῶν μὲν γηΐνων ὁ βοῦς, γεωπόνος γάρ· τῶν δὲ ἀνοήτων καὶ κτηνωδῶν τὸ πρόβατον, ἐπειδὴ τὸ ζῷον ἀνδραποδῶδες παρὰ πολλὰ τῶν ἀλόγων ἐστίν· τῶν δὲ κούφων καὶ εὐριπίστων λογισμῶν ἡ περιστερά· τῶν δὲ νομιζομένων καλῶν τὰ κέρματα. Ἐὰν δέ τις προσκόπτῃ τῇ τοιαύτῃ ἀποδόσει διὰ τὸ καθαρὰ εἶναι τὰ παραληφθέντα εἰς τὴν γραφὴν ζῷα, λεκτέον ὅτι ἀπίθανος ἂν ἦν ἡ γραφή κατὰ τὴν ἐνδεχομένην ἱστορίαν γεγονέναι ἀπαγγελλομένη· ἐν τῷ ναῷ γὰρ τοῦ θεοῦ οὐχ οἶόν τε ἦν ἀπαγγέλλεσθαι γεγονέναι ἑτέρων παρὰ τὰ καθαρὰ ζῴων ἀγέλης εἴσοδον, καὶ εἰς ἐμπορίαν ἄλλων παρὰ τὰ θυόμενα. διόπερ τῷ ὑπὸ τῶν ἐμπόρων κατὰ τοὺς τῶν Ἰουδαϊκῶν ἑορτῶν χρόνους γινομένῳ, ἐπεισαγόντων τῷ ἐξωτέρω̣ περιβόλῳ τοῦ ναοῦ ταῦτα τὰ ζῷα, ἐχρήσατο ὁ εὐαγγελιστής, ὡς οἶμαι, καὶ γεγενημένῳ συγχρησάμενος πράrματι.