Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 143
Not analysed yet
ἀναγέγραπται δὴ ὁ θεὸς θεὸς εἶναι »'Αβραὰμ καὶ θεὸς Ἰσαὰκ κοὶ θεὸς Ἰακώβ«· ὁ δὴ βουλόμενος ἐπειδὴ εἴρηται· »Ἡ ζωὴ »ἦν τὸ φῶς τῶν ἀνθρώπων«) τὸ φῶς μηδενὸς ἑτέρου εἶναι ἢ τῶν ἀνθρώπων, κατὰ τὸ ὅμοιον οἰήσεται τὸν θεὸν Αβραὰμ καὶ θεὸν Ισαὰκ καὶ θεὸν Ἰακὼβ μηδενὸς εἶναι θεὸν ἢ τῶν τριῶν μόνων τούτων πατέρων. ἔστι δέ γε καὶ Ἠλίου θεός, καί, ὥς φησιν Ἰουδίθ, τοῦ πατρὸς αὐτῆς Συμεών, καὶ θεὸς τῶν Ἑβραίων. Ἑβραίων. κατὰ τὸ ὅμοιον εἰ μηδὲν κωλύει εἶναι αὐτὸν καὶ ἑτέρων θεόν, οὐδὲν κωλύει εἶναι τὸ φῶς τῶν ἀνθρώπων καὶ ἑτέρων Παρὰ τοὺς ἀνθρώ- πους φως.