Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 144
Not analysed yet
Ἄλλος δέ τις προσχρησάμενος τῷ »Ποιήσωμεν ἄνθρω- »πον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν«· πᾶν τὸ »κατ' εἰκόνα καὶ »ὁμοίωσιν« γενόμενον »θεοῦ« ἄνθρωπον εἶναι φήσει, μυρίοις χρώμενος εἰς τοῦτο παραδείγμασιν, ὅτι οὑδὲν διαφέρει τῇ γραφῇ ἄνθρωπον ἢ ἄγγελον φάναι· ἐπὶ γὰρ τοῦ αὐτοῦ ὑποκειμένου κεῖται ἡ »Ἄγγελος« καὶ »Ανθρωπος« προσηγορία, ὥσπερ ἐπὶ τῶν ξενισθέντων παρὰ τῷ Ἀβραὰμ τριῶν καὶ γενομένων ἐν Σοδόμοις δύο· καὶ ἐν ὅλῳ τῷ εἱρμῷ τῆς γραφῆς ὁτὲ μὲν ἄνδρες ότὲ δἐ ἄγγελοι εἶναι λέγονται.