Ancient Greek
ΤΩΝ ΕΙΣ ΚΛΤΑ ΙΩΛΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 145
Not analysed yet
πλὴν ὁ τοῦτο νομίζων ἐρεῖ, ὅτι, ὥσπερ παρὰ τοῖς ὁμολογουμένοις ἁνθρώποις εἰσὶν ἄγγελοι, ὡς ὁ Ζαχαρίας λέγων· »Ἄγελος θεοῦ, ἐγὼ μεθ' ὑμῶν εἰμι, λέγει κύριος παντοκράτωρ‘ καὶ ὁ Ἰωάννης, περὶ οὐ γέγραπται· »Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου«, οὕτως καὶ οἱ τοῦ θεοῦ ἄγγελοι παρὰ τὸ ἔργον τοῦτο χρηματίζουσι καὶ οὐ παρὰ τὴν φύσιν »ἄνδρες« κληθέντες.