Ancient Greek
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 146-2
Not analysed yet
Ταῦτα δὲ πάντα εἰ καὶ μετὰ παρεκβάσεως ἡμῖν εἰρῆσθαι παρατιθεμένοις καὶ τὰ ἀπὸ τῶν λοιπῶν εὐαγγελίων, οὐκ ἄκαιρα δὲ ἐμοὶ φαίνεται οὐδὲ ἀλλότρια τῆς ἐνεστηκυίας σκέψεως. Φαρισαῖοι γάρ ἀποστέλλουσιν πρὸς τὸν Ἰωάννην μετὰ τοὺς ἀπὸ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας πεμφθέντας ἐρωτῆσαι αὐτὸν ὅστις εἴη, ἐξετάζοντες· »Τί »οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ χριστὸς οὐδὲ Ἠλίας ὁ προφήτης«; καὶ ἐξετάσαντες ἐνταῦθα, ἑξῆς παραγινόμενοι βαπτισόμενοι, ὡς ὁ Ματθαῖος ἀναγράφει, ἀκούουσιν δὴ τὰ ἁρμόζοντα αὐτῶν τῇ ἀλαζονείᾳ καὶ ὑποκρίσει.