Ancient Greek · ~2 min
ΩΡΙΓΕΝΟΓΣ ΙΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 145-2
Not analysed yet
εὐλόγως τοίνυν πρὸς τοὺς ὄχλους χωρὶς τῆς τοῦ Καλοῦ προσθήκης λέγεται· »Πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν ἐκκόπτεται »καὶ εἰς πῦρ βάλλεται«· καὶ τὸ ἐπὶ πλεῖον δὲ φέρον καρπὸν ὅμοιον τῇ ἀρχῇ, δένδρον τυγχάνον μὴ ποιοῦν καρΠὸν καλόν, »ἐκκόπτεται »καὶ εἰς πῦρ βάλλεται«, ἐπὰν ἐνστάσης τῆς μετὰ τὴν τριάδα εἰσαγωγῆς έν τῇ τετράδι γενομένης μὴ ποιῇ καρπὸν ἅγιον, αἰνετὸν τῷ κυρίῳ.