Ancient Greek · ~2 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 146-4
Not analysed yet
τίνα δὲ ἔπρεπεν λέγειν ἡμῖν περὶ τοῦ θεοῦ ὅστις ἐστίν, ἢ τὸν υἱόν; »Οὐδεὶς γὰρ ἔγνω τὸν πατέρα »εἰ μὴ ὁ υἱός«, ἕνα καὶ ἡμεῖς ἀποκαλύπτοντος τοῦ υἱοῦ γνῶμεν πῶς πνεῦμά ἐστιν ὁ θεός, καὶ φιλοτιμησώμεθα ἐν πνεύματι τῷ ζωοποιοῦντι καὶ μὴ γράμματι τῷ ἀποκτέννοντι προσκυνεῖν τὸν θεόν, καὶ ἐν ἀληθείᾳ σέβειν αὐτὸν καὶ μηκέτι τύποις μηδὲ σκιαῖς καὶ ὑποδείγμασιν, ὥσπερ οὐδὲ οἱ ἄγγελοι ὑποδείγμασ· ι καὶ σκιᾷ τῶν ἐπουρανίων λατρεύουσιν τῷ θεῷ, ἀλλὰ τοῖς νοητοῖς καὶ ἐπουρανίοις, τὸν κατὰ τὴν τάξιν τοῦ Μελχισεδὲκ ἀρχιερέα ὁδηγὸν ἔχοντες τῆς ὑπὲρ τῶν δεομένων σωτηρίας λατρείας καὶ μυστικῆς καὶ ἀπορρήτου θεωρίας.