Ancient Greek · ~3 min
ΤΩΝ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 145-4
Not analysed yet
καὶ ἐν τῇ τρίτῃ δὲ τῶν Βασιλειῶν τὸ γενόμενον πνεῦμα κυρίου πρὸς Ἠλίαν τοιάδε τινὰ ὑποβάλλει περὶ θεοῦ· »Εἶπεν γάρ· Ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἔναντι κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται κύριος καὶ πνεῦμα μέγα »κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον κυρίου, οὐκ »ἐν τῷ πνεύματι κύριος‘ (ἐν δὲ ἄλλοις εὕρομεν· »ἐν τῷ »κυρίου«·) »μετὰ τὸ πνεῦμα συνσεισμός, οὐκ ἐν τῷ συνσεισμῷ κύριος· »καὶ μετὰ τὸν συνσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ κύριος· καὶ μετὰ τὸ »πῦρ φωνὴ αὔρας λεπτῆς«· καὶ τάχα γε ἐν ὅσοις δεήσει γίνεσθαι πῦρ τῆς καταλήψεως τοῦ κυρίου δηλοῦται διὰ τούτων, ἅπερ οὐ τοῦ παρόντος ἂν εἴη καιροῦ διηγήσασθαι.