Ancient Greek · ~2 min
ΤΩΝ EIΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΕΞΗΓΗΤΙΚΩΝ
Origen, Commentarii in Evangelium Joannis 148-3
Not analysed yet
μία δὲ καταφυγὴ τῆς πρὸς ταῦτα ἀπολογίας καταλείπεται τῷ καὶ τὴν ἱστορίαν σῶσαι θέλοντι, ἡ θειοτέρα τοῦ Ἰησοῦ δύναμις, οἵου τε ὄντος, ὅτε ἐβούλετο, καὶ θυμὸν ἐχθρῶν ἀναπτόμενον Ι σβέσαι καὶ μυριάδων θείᾳ χάριτι περιγεέσθαι καὶ λογισμοὺς θορυβοῦντας διασκεδάσαι· »Κύριος γὰρ »διασκεδάσει βουλὰς Μνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν· ἡ δὲ βουλὴ »τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει«, ὥστε μηδενὸς τῶν σφόδρα παρα- δόλως ὑπ αυτοῦ γεγενημένων καὶ προκαλεσαμένων διὰ τῆς θειότητος εἰς πίστιν τοὺς τεθεωρηκότας ἐλάττονα ἐμφαίνειν ἐνεργηθεῖσαν δύναμιν τὴν κατὰ τὸν τόπον ἱστορίαν, εἴ γε καὶ αὐτὴ γεγένηται.