Ancient Greek · ~6 min
149 to 155
Origen, Commentarii in Evangelium Joannis 149-3-155
Not analysed yet
καὶ μείζονα δ’ αὐτὴν ἔστιν ἀποφήνασθαι τῆς γεγενημένης περὶ τοῦ ἐν Κανᾷ τῆς Γαλιλαίας μεταβεβληκότος ὕδατος εἰς οἶνον, τῷ ἐκεῖ μὲν ἄψυχον ὕλην εἶναι τὴν τετραμμένην ,ἐνθάδε δὲ τῶν τοσούτων μυριάδων δεδουλῶσθαι τὰ ἡγεμονικά. παρατηρητέον μέντοι γε ὅτι ἐν μὲν τῷ γάμῳ ἡ μήτηρ τοῦ Ἰησοῦ εἶναι λέγεται, κεκλῆσθαι δὲ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ· εἰς δὲ τὴν Καφαρναοὺμ καταβεβηκέναι ****οὐδεὶς πλὴν Ἰησοῦ κατείλεκται. φαίνονται δ' ὕστερον καὶ οἱ μαθηταὶ παρόντες, εἴ γε ἐμνήσθησαν ὅτι »Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με«. καὶ τάχα έν ἑκάστῳ τῶν μαθητῶν ὁ Ἰησοῦς ἀναβαίνων εἰς Ἱεροσόλυμα ἦν, διόπερ οὐκ εἴρηται τὸ »Ἀνέβη Ἰησοῦς »εἰς Ἱεροσόλυμα καὶ οἱ μαθηταὶ αὐτοῦ«, ὥσπερ »Κατέβη εἰς Κα »φαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ »αὐτοῦ«. Ἤδη δὲ τὰ συγγενῆ τῷ τόπῳ, ἐκλελῆσθαι ἀπὸ τοῦ ἱεροῦ τοὺς ποιοῦντας αὐτὸν οἶκον ἐμπορίου, παρὰ τοῖς λοιποῖς κείμενα κατανοητέον. καὶ πρῶτόν γε τὰ παρὰ τῷ Ματθαίῳ, ὅς φησιν εἰσελθόντος τοῦ κυρίου εἰς Ἱεροσόλυμα σεσεῖσθαι πᾶσαν τὴν πόλιν, λέγουσαν· Τίς ἐστιν οὗτος; «πρὸ δὲ τούτων διηγεῖται τὰ περὶ τὴν ὄνον καὶ τὸν πῶλον, ληφθέντα προστάξει τοῦ κυρίου, ὑπὸ δύο μαθητῶν ἀποσταλέντων ὑπ' αὐτοῦ ἀπὸ Βηρφαγὴ εἰς τὴν κατέναντι αὐτῆς κώμην εὑρημένα, ὅπου καὶ λύεται ὑπὸ τῶν δύο μαθητῶν ἡ πρότερον δεδεμένη ὄνος κελευσθέντων, ἐάν τις αὐτοῖς εἴπῃ τι, ἀποκρίνασθαι ὡς ἄρα »Ὁ κύριος αὐτῶν χρείαν ἔχει· καὶ εὐθὺς αὐτοὺς ἀπο- »στέλλει«. ἀπαγγέλλει δὲ πληροῦσθαι προφητείαν διὰ τούτων γεγενημένων τὴν φάσκουσαν· »Ἰδοὺ ὁ βασιλεὺς ἔρχεται πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ »ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου«, ἥντινα παρὰ τῷ Ζαχαρίᾳ εὕρομεν.